Θεῖα Λειτουργία

Εὐλόγησον, δέσποτα.

Ὁ ἱερεύς (ἐκφώνως, ὑψῶν ἅμα τὸ Εὐαγγέλιον καὶ ποιῶν τύπον σταυροῦ):

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ διάκονος (εἰ δὲ οὐκ ἔστι διάκονος συλλειτουργῶν, ἅπαντα τὰ τοῦ διακόνου, πλὴν τοῦ Εὐλόγησον Δέσποτα, ἐκφωνεῖ ἔσωθεν τοῦ Βήματος ὁ ἱερεύς):

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ συμπολεμῆσαι καὶ ὑποτάξαι ὑπὸ τὸ κράτος αὐτῶν, πάντα ἐχθρὸν καὶ πολέμιον, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τῆς πόλεως (ἢ τῆς ἁγίας Μονῆς, ἢ τῆς χώρας, ἢ τῆς νήσου) ταύτης, πάσης πόλεως χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ ρυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ λαός:

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε.

Τῶν ἀνωτέρω ὑπὸ τοῦ διακόνου ἐκφωνουμένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ α΄ Ἀντιφώνου:

Κύριε ὁ Θεὸς ἡμῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος· οὗ τὸ ἔλεος ἀμέτρητον καὶ ἡ φιλανθρωπία ἄφατος· αὐτός, Δέσποτα, κατὰ τὴν εὐσπλαγχνίαν σου, ἐπίβλεψον ἐφ' ἡμᾶς καὶ ἐπὶ τὸν ἅγιον οἶκον τοῦτον, καὶ ποίησον μεθ' ἡμῶν καὶ τῶν συνευχομένων ἡμῖν, πλούσια τὰ ἐλέη σου καὶ τοὺς οἰκτιρμούς σου.

(Ἐκφώνως:) Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει τὸ πρῶτον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:[1]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς (τρίς).

Ὁ διάκονος:

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ λαός:

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς - Σοὶ Κύριε.

Τῆς ἀνωτέρω Συναπτῆς ὑπὸ τοῦ διακόνου ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ β΄ Ἀντιφώνου:

Κύριε ὁ Θεὸς ἡμῶν, σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· τὸ πλήρωμα τῆς ἐκκλησίας σου φύλαξον· ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου σου· Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ σου δυνάμει καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ σέ.

(Ἐκφώνως:) Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει τὸ δεύτερον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς Σοι ἀλληλούϊα (τρίς).

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ὁ διάκονος:

Ἔτι καὶ ἔτι...

Ὁ λαός:

Ἀμήν.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον...

Ὁ λαός:

Ἀμήν.

Ὁ διάκονος:

Τῆς Παναγίας ἀχράντου...

Ὁ λαός:

Ἀμήν.

Τῆς ἀνωτέρω Συναπτῆς ἐκφωνουμένης, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν τοῦ γ' Ἀντιφώνου:

Ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισί, συμφωνοῦσιν ἐπὶ τῷ ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος· Αὐτὸς καὶ νῦν τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον χαριζόμενος.

(Ἐκφώνως:) Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει τὸ τρίτον ἀντίφωνον, συνοδευόμενον ἀπὸ τὸ ἐφύμνιον:

Σῶσον ἡμᾶς, Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα.

Ψαλλομένου τοῦ τρίτου ἀντιφώνου γίνεται ἡ μικρὰ Εἴσοδος τοῦ Εὐαγγελίου. Λαβὼν ὁ ἱερεὺς τὸ Εὐαγγέλιον, δίδωσι τῷ διακόνῳ, καὶ οὕτως ἐξελθόντες ἀμφότεροι διὰ τοῦ βορείου μέρους, προπορευομένων αὐτῶν λαμπάδων ἢ καὶ ἑξαπτερύγων, ποιοῦσι τὴν μικρὰν εἴσοδον, καὶ στάντες ἐν τῷ μέσῳ τοῦ ναοῦ κλίνουσιν ἀμφότεροι τὰς κεφαλάς·

Ὁ διάκονος:

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει μυστικῶς τὴν εὐχὴν τῆς Εἰσόδου:

Δέσποτα Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καταστήσας ἐν οὐρανοῖς τάγματα καὶ στρατιὰς ἀγγέλων καὶ ἀρχαγγέλων, εἰς λειτουργίαν τῆς σῆς δόξης, ποίησον σὺν τῇ εἰσόδῳ ἡμῶν, εἴσοδον ἁγίων ἀγγέλων γενέσθαι, συλλειτουργούντων ἡμῖν καὶ συνδοξολογούντων τὴν σὴν ἀγαθότητα. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ διάκονος πρὸς τὸν ἱερέα:

Εὐλόγησον Δέσποτα τὴν ἁγίαν εἴσοδον.

Ὁ ἱερεὺς σφραγίζει τὰς ἁγίας θύρας λέγων:

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, Κύριε, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Εἶτα ὁ διάκονος ἀπέρχεται πρὸς τὸν ἱερέα καὶ ἀσπάζεται τὸ Εὐαγγέλιον, εἰ πάρεστιν· εἰ δὲ μή, ἀσπάζεται τοῦτο ὁ ἱερεύς. Πληρωθέντος δὲ τοῦ τελευταίου τροπαρίου, ὁ διάκονος στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, ἔμπροσθεν τοῦ ἱερέως, λέγει ἐκφώνως:

Σοφία· Ὀρθοί.

Ὁ ἱερεὺς καὶ ὁ διάκονος εἰσέρχονται διὰ τῆς ὡραίας πύλης εἰς τὸ Ἱερόν. Ὁ διάκονος ἀποτίθησιν ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ ἱερὸν Εὐαγγέλιον. Ὁ λαὸς ψάλλει τὸ εἰσοδικόν:

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ.

Ὁ λαός:

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν (ἢ ὁ ἐν Ἁγίοις θαυμαστός), ψάλλοντάς σοι· Ἀλληλούϊα.

Οἱ μὲν ἱερεῖς ψάλλουσι τὸ τῆς ἡμέρας πρῶτον Ἀπολυτίκιον, ὁ δὲ χορὸς τὰ λοιπὰ Ἀπολυτίκια. Εἶτα τὸ Κοντάκιον τῆς Ἐκκλησιαστικῆς περιόδου.[1]

Ὁ διάκονος:

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ ἱερεύς:

Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεί.

Ὁ διάκονος:

Καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει τὸν τρισάγιον ὕμνον:

Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς (τρίς). Ὁ β΄ χορός: Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ὁ α΄ χορός: Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Ὁ β΄ χορός: Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς. Ὁ διάκονος: Δύναμις. Ὁ α΄ χορός: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.[2]

Ὁ ἱερεὺς μυστικῶς τὴν εὐχὴν τοῦ Τρισαγίου:

Ὁ Θεὸς ὁ ἅγιος, ὁ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ τρισαγίῳ φωνῇ ὑπὸ τῶν Σεραφεὶμ ἀνυμνούμενος καὶ ὑπὸ τῶν Χερουβεὶμ δοξολογούμενος καὶ ὑπὸ πάσης ἐπουρανίου δυνάμεως προσκυνούμενος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν τὰ σύμπαντα· ὁ κτίσας τὸν ἄνθρωπον κατ' εἰκόνα σὴν καὶ ὁμοίωσιν καὶ παντί σου χαρίσματι κατακοσμήσας· ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν· ὁ καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἀναξίους δούλους σου καὶ ἐν τῇ ὥρᾳ ταύτῃ στῆναι κατενώπιον τῆς δόξης τοῦ ἁγίου σου θυσιαστηρίου καὶ τὴν ὀφειλομένην σοι προσκύνησιν καὶ δοξολογίαν προσάγειν· Αὐτός, Δέσποτα, πρόσδεξαι καὶ ἐκ στόματος ἡμῶν τῶν ἁμαρτωλῶν τὸν τρισάγιον ὕμνον καὶ ἐπίσκεψαι ἡμᾶς ἐν τῇ χρηστότητί σου. Συγχώρησον ἡμῖν πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον· ἁγίασον ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα· καὶ δὸς ἡμῖν ἐν ὁσιότητι λατρεύειν σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων.

(ἐκφώνως:) Ὅτι ἅγιος εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ὁ ἱερεὺς καὶ ὁ διάκονος λέγουσιν ἐναλλὰξ τὸν Τρισάγιον ὕμνον, ποιοῦντες ὁμοῦ τρία προσκυνήματα μετὰ σταυρῶν ἔμπροσθεν τῆς ἁγίας Τραπέζης. Μετὰ ταῦτα ὁ διάκονος πρὸς τὸν ἱερέα:

Κέλευσον, Δέσποτα.

Ἀπέρχονται εἰς τὴν καθέδραν, ἢ τὴν Πρόθεσιν, τοῦ ἱερέως λέγοντος:

Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.[3]

Καὶ ἐπανερχομένων, ὁ διάκονος:

Εὐλόγησον, Δέσποτα, τὴν ἄνω καθέδραν.

Ὁ ἱερεύς:

Εὐλογημένος εἶ, ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν συμπλήρωσιν τοῦ Τρισαγίου ὁ διάκονος, ἐλθὼν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, λέγει:

Πρόσχωμεν.

Ὁ ἀναγνώστης ἐκφωνεῖ τὸν στίχον τοῦ Προκειμένου καὶ τὴν ἐπιγραφὴν τοῦ ἀποστολικοῦ ἀναγνώσματος.

Ὁ διάκονος:

Σοφία. Πρόσχωμεν.

Καὶ ὁ ἀναγνώστης ἀναγινώσκει τὴν οἰκείαν περικοπὴν ἐκ τοῦ Ἀποστόλου, τοῦ ὁποίου πληρωθέντος λέγει ὁ ἱερεύς:

Εἰρήνη σοι τῷ ἀναγινώσκοντι.

Λαός:

Ἀλληλούϊα (τρίς).

Ἀναγινωσκομένου δὲ τοῦ Ἀποστόλου, ὁ μὲν Διάκονος θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὰς Δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, ἐκ τῶν ὡραίων Πυλῶν, ἢ τὸν Ἀρχιερέα, ὁ δὲ ἱερεὺς ἀναγινώσκει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης ταύτην τὴν εὐχήν:

Ἔλλαμψον ἐν ταῖς καρδίαις ἡμῶν, φιλάνθρωπε, Δέσποτα, τὸ τῆς Σῆς θεογνωσίας ἀκήρατον φῶς, καὶ τοὺς τῆς διανοίας ἡμῶν διάνοιξον ὀφθαλμοὺς εἰς τὴν τῶν εὐαγγελικῶν Σου κηρυγμάτων κατανόησιν. Ἔνθες ἡμῖν καὶ τὸν τῶν μακαρίων Σου ἐντολῶν φόβον, ἵνα τὰς σαρκικὰς ἐπιθυμίας πάσας καταπατήσαντες, πνευματικὴν πολιτείαν μετέλθωμεν, πάντα τὰ πρὸς εὐαρέστησιν τὴν Σὴν καὶ φρονοῦντες καὶ πράττοντες. Σὺ γὰρ εἶ ὁ φωτισμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ δὲ Διάκονος μετὰ τὸ θυμίαμα, λαβὼν τὸ ἅγιον Εὐαγγέλιον καὶ προσελθὼν τῷ ἱερεῖ καὶ τὴν κεφαλὴν ὑποκλίνας, λέγει:

Εὐλόγησον, δέσποτα, τὸν εὐαγγελιστὴν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (Ματθαίου ἢ Μάρκου ἢ Λουκᾶ ἢ Ἰωάννου).

Ὁ δὲ ἱερεὺς σφραγίζων αὐτόν, λέγει:

Ὁ Θεός, διὰ πρεσβειῶν τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ (δεῖνος) δῴη σοι ῥῆμα τῷ εὐαγγελιζομένῳ δυνάμει πολλῇ, εἰς ἐκπλήρωσιν τοῦ Εὐαγγελίου τοῦ ἀγαπητοῦ Υἱοῦ Αὐτοῦ, Κυρίου δὲ ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὁ διάκονος:

Ἀμήν. Ἀμήν. Ἀμήν. Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

Εἶτα λαβὼν ἐκ τῶν χειρῶν τοῦ ἱερέως τὸ ἅγιον Εὐαγγέλιον καὶ προσκυνήσας μετ' εὐλαβείας, αἴρει αὐτὸ καί, προπορευομένων λαμπάδων, ἀπέρχεται εἰς τὸν Ἄμβωνα, ἐνῷ ὁ ἱερεύς, μετὰ τὴν ἀνάγνωσιν τοῦ Ἀποστόλου, ἀπὸ τῆς πύλης τοῦ ἱεροῦ Βήματος ἐκφωνεῖ:

Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.

Ὁ λαός:

Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος:

Ἐκ τοῦ κατὰ (δεῖνα) ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

Ὁ ἱερεύς:

Πρόσχωμεν.

Ὁ λαός:

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Καὶ ἀναγινώσκει ὁ διάκονος τὴν τεταγμένην περικοπὴν τοῦ ἁγίου Εὐαγγελίου, μεθ' ὃ ἱερεὺς λέγει:

Εἰρήνη σοι τῷ εὐαγγελιζομένῳ

ὁ δὲ λαὸς ψάλλει ἀργῶς:

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Ἀκολουθεῖ ἡ ἑρμηνεία τῆς ἀναγνωσθείσης Εὐαγγελικῆς ἢ Ἀποστολικῆς περικοπῆς.

Εἶτα ὁ διάκονος, σταθεὶς πρὸ τοῦ ἱεροῦ Βήματος, λέγει τὴν Ἐκτενῆ:

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν, εἴπωμεν.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Κύριε, Παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ Ὀρθοδόξων χριστιανῶν.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει καὶ ἐνορίᾳ ταύτῃ, τῶν ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἱερᾶς Ἐκκλησίας ταύτης.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ Μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἀπανταχοῦ ὀρθοδόξων.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς).

Ὁ διάκονος:

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Ἐκτενοῦς ἱκεσίας:

Κύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν Σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους Σου, καὶ τοὺς οἰκτιρμούς Σου κατάπεμψον ἐφ' ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν Σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Συμπληρωθείσης τῆς Ἐκτενοῦς, ὁ ἱερεὺς λέγει ἐκφώνως:

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ἀντιμηνσίου, ὁ δὲ διάκονος ἄρχεται τῆς δεήσεως ὑπὲρ τῶν Κατηχουμένων.

Εὔξασθε οἱ Κατηχούμενοι τῷ Κυρίῳ.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Οἱ πιστοί, ὑπὲρ τῶν Κατηχουμένων δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Κατηχήσῃ αὺτοὺς τὸν λόγον τῆς ἀληθείας.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἀποκαλύψῃ αὐτοῖς τὸ Εὐαγγέλιον τῆς δικαιοσύνης.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Οἱ κατηχούμενοι τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς ὑπὲρ τῶν Κατηχουμένων εὐχήν:

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ διὰ σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων ἐξαποστείλας τὸν μονογενῆ Σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους Σου τοὺς Κατηχουμένους, τοὺς ὑποκεκλικότας Σοι τὸν ἑαυτῶν αὐχένα, καὶ καταξίωσον αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοῦ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεως τῶν ἁμαρτιῶν, καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας· ἕνωσον αὐτοὺς τῇ ἁγίᾳ Σου Καθολικῇ καὶ Ἀποστολικῇ Ἐκκλησίᾳ, καὶ συγκαταρίθμησον αὐτοὺς τῇ ἐκλεκτῇ Σου ποίμνῃ.

(Ἐκφώνως:) Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεὺς ἐξαπλοῖ ἐπὶ τῆς ἁγίας Τραπέζης τὸ Εἱλητόν, ὁ δὲ διάκονος λέγει:

Ὅσοι Κατηχούμενοι, προέλθετε· οἱ Κατηχούμενοι, προέλθετε· ὅσοι Κατηχούμενοι, προέλθετε. Μή τις τῶν Κατηχουμένων. Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν α΄ εὐχὴν τῶν πιστῶν:

Εὐχαριστοῦμέν Σοι, Κύριε, ὁ Θεὸς τῶν Δυνάμεων, τῷ καταξιώσαντι ἡμᾶς παραστῆναι καὶ νῦν τῷ ἁγίῳ Σου θυσιαστηρίῳ, καὶ προσπεσεῖν τοῖς οἰκτιρμοῖς Σου ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Πρόσδεξαι, ὁ Θεός, τὴν δέησιν ἡμῶν· ποίησον ἡμᾶς ἀξίους γενέσθαι τοῦ προσφέρειν Σοι δεήσεις καὶ ἱκεσίας καὶ θυσίας ἀναιμάκτους ὑπὲρ παντὸς τοῦ λαοῦ Σου· καὶ ἱκάνωσον ἡμᾶς, οὓς ἔθου εἰς τὴν διακονίαν Σου ταύτην, ἐν τῇ δυνάμει τοῦ Πνεύματός Σου τοῦ ἁγίου, ἀκαταγνώστως καὶ ἀπροσκόπτως ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως ἡμῶν, ἐπικαλεῖσθαί Σε ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἵνα, εἰσακούων ἡμῶν, ἵλεως ἡμῖν εἴης ἐν τῷ πλήθει τῆς Σῆς ἀγαθότητος.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Σοφία.

Ὁ ἱερεὺς ἐκφώνως:

Ὅτι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ διάκονος:

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν β΄ εὐχὴν τῶν πιστῶν:

Πάλιν καὶ πολλάκις Σοὶ προσπίπτομεν καὶ Σοῦ δεόμεθα, ἀγαθὲ καὶ φιλάνθρωπε, ὅπως, ἐπιβλέψας ἐπὶ τὴν δέησιν ἡμῶν, καθαρίσῃς ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, καὶ δῴης ἡμῖν ἀνένοχον καὶ ἀκατάκριτον τὴν παράστασιν τοῦ ἁγίου Σου θυσιαστηρίου. Χάρισαι δέ, ὁ Θεός, καὶ τοῖς συνευχομένοις ἡμῖν προκοπὴν βίου καὶ πίστεως καὶ συνέσεως πνευματικῆς· δὸς αὐτοῖς πάντοτε μετὰ φόβου καὶ ἀγάπης λατρεύειν Σοι, ἀνενόχως καὶ ἀκατακρίτως μετέχειν τῶν ἁγίων Σου Μυστηρίων, καὶ τῆς ἐπουρανίου Σου βασιλείας ἀξιωθῆναι.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Σοφία.

Εἶτα εἰσέρχεται εἰς τὸ ἱερόν, ὁ δὲ ἱερεὺς λέγει ἐκφώνως:

Ὅπως, ὑπὸ τοῦ κράτους Σου πάντοτε φυλαττόμενοι, Σοὶ δόξαν ἀναπέμπωμεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει τὸν Χερουβικὸν ὕμνον ἀργῶς καὶ μετὰ μέλους, εἰς τὸν κύριον ἦχον τῆς ἡμέρας:

Οἱ τὰ Χερουβεὶμ μυστικῶς εἰκονίζοντες, καὶ τῇ ζωοποιῷ Τριάδι τὸν τρισάγιον ὕμνον προσᾴδοντες, πᾶσαν τὴν βιοτικὴν ἀποθώμεθα μέριμναν, ὡς τὸν Βασιλέα τῶν ὅλων ὑποδεξόμενοι, ταῖς ἀγγελικαῖς ἀοράτως δορυφορούμενον τάξεσιν. Ἀλληλούϊα.

Τούτου δὲ ᾀδομένου, ὁ ἱερεὺς πρὸ τῆς ἁγίας Τραπέζης ἀναγινώσκει μυστικῶς τὴν εὐχήν:

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι ἢ προσεγγίζειν ἢ λειτουργεῖν Σοι, Βασιλεῦ τῆς δόξης· τὸ γὰρ διακονεῖν Σοι μέγα καὶ φοβερὸν καὶ αὐταῖς ταῖς ἐπουρανίοις Δυνάμεσιν. Ἀλλ' ὅμως, διὰ τὴν ἄφατον καὶ ἀμέτρητόν Σου φιλανθρωπίαν, ἀτρέπτως καὶ ἀναλλοιώτως γέγονας ἄνθρωπος, καὶ Ἀρχιερεὺς ἡμῶν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύτης καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς Δεσπότης τῶν ἁπάντων. Σὺ γὰρ μόνος, Κύριος ὁ Θεὸς ἡμῶν, δεσπόζεις τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων, ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος, ὁ τῶν Σεραφεὶμ Κύριος καὶ Βασιλεὺς τοῦ Ἰσραήλ, ὁ μόνος Ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος. Σὲ τοίνυν δυσωπῶ, τὸν μόνον ἀγαθὸν καὶ εὐήκοον. Ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀχρεῖον δοῦλόν Σου, καὶ καθάρισόν μου τὴν ψυχὴν καὶ τὴν καρδίαν ἀπὸ συνειδήσεως πονηρᾶς, καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ Ἁγίου Σου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς Ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ Σου ταύτῃ τραπέζῃ καὶ ἱερουργῆσαι τὸ ἅγιον καὶ ἄχραντόν Σου Σῶμα καὶ τὸ τίμιον Αἷμα. Σοὶ γὰρ προσέρχομαι, κλίνας τὸν ἑμαυτοῦ αὐχένα, καὶ δέομαί Σου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ' ἐμοῦ, μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων Σου· ἀλλ' ἀξίωσον προσενεχθῆναί Σοι ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου Σου τὰ δῶρα ταῦτα. Σὺ γὰρ εἶ ὁ προσφέρων καὶ προσφερόμενος καὶ προσδεχόμενος καὶ διαδιδόμενος, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετὰ τὴν εὐχὴν λέγουσιν αὐτός τε καὶ ὁ διάκονος τὸν Χερουβικὸν ὕμνον. Εἶτα, λαβὼν ὁ ἱερεὺς τὸ θυμιατήριον, θυμιᾷ κύκλῳ τὴν ἁγίαν Τράπεζαν, τὸ ἱερατεῖον καὶ τὰς δεσποτικὰς εἰκόνας καὶ τὸν λαόν, μικρὸν προελθὼν τῶν βημοθύρων· λέγει δὲ καθ' ἑαυτόν, εἰ μέν ἐστι Κυριακή, τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι, καὶ τὸν ν΄ ψαλμόν· εἰ δὲ οὔ, λέγει τὸ Δεῦτε προσκυνήσωμεν (τρίς), καὶ εἶτα τὸν ν' ψαλμόν. Εἶτα οἱ ἱερουργοῦντες, προσκυνοῦντες τρὶς πρὸ τῆς ἁγίας Τραπέζης καὶ ἀσπαζόμενοι τὸ ἅγιον ἀντιμήνσιον λέγουσι καθ' ἑαυτοὺς τὰ κατανυκτικὰ ταῦτα τροπάρια:

Ἤμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ ἄσωτος υἱός· δέξαι με, Πάτερ, μετανοοῦντα καὶ ἐλέησόν με ὁ Θεός.

Κράζω σοι Χριστὲ Σωτὴρ τοῦ τελώνου τὴν φωνήν· Ἱλάσθητί μοι ὥσπερ ἐκείνῳ καὶ ἐλέησόν με ὁ Θεός.

Εἶτα εἰς ἕκαστος ὑποκλινόμενος τοῖς συλλειτουργοῖς λέγει:

Συγχωρήσατέ μοι, ἀδελφοὶ καὶ συλλειτουργοί.

Καὶ πρὸς τὸν λαὸν ὑποκλινόμενος, ἀπὸ τῆς Ὡραίας Πύλης, λέγει:

Τοῖς μισοῦσι καὶ ἀγαπῶσιν ἡμᾶς, ὁ Θεός, συγχώρησον.

Καὶ ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ προσκυνῶν τρὶς τὰ τίμια Δῶρα, λέγει ἐκ τρίτου:

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

Τὸ αὐτὸ ποιεῖ καὶ ὁ διάκονος. Εἶτα ὁ διάκονος:

Ἔπαρον, Δέσποτα.

Ὁ ἱερεὺς ἄρας τὸν Ἀέρα ἐπιτίθησι τοῖς ὤμοις τοῦ διακόνου, λέγων:

Ἐν εἰρήνῃ ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.[1]

Καὶ δίδει τὸ ἅγιον Δισκάριον εἰς τὸν διάκονον. Αὐτὸς δὲ λαμβάνει τὸ ἅγιον Ποτήριον, λέγων:

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.[2]

Ὅταν δὲ ὁ λαὸς εἴπῃ τὸ Ὡς τὸν Βασιλέα, τότε σιγᾷ, καὶ ὁ διάκονος μετὰ τοῦ ἱερέως ἐξέρχονται ἐκ τῆς βορείας πύλης καὶ διέρχονται τὸ ἀριστερὸν κλῖτος καὶ τὸ μέσον τοῦ Ναοῦ ποιοῦντες τὴν μεγάλην Εἴσοδον, τοῦ διακόνου ἐκφωνοῦντος μεγαλοφώνως:

Πάντων ὑμῶν, καὶ πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ· πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεὺς μνημονεύει οὕτω:

Τοῦ ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ καὶ τοῦ φιλοχρίστου στρατοῦ. Τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει (ἢ κώμῃ, ἢ νήσῳ) ταύτῃ, τῶν ἐπιτρόπων, ἐνοριτῶν, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου καὶ πάντων ἡμῶν τῶν προσελθόντων εἰς τὴν θείαν Μυσταγωγίαν ταύτην.

Τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων, ἀνακαινιστῶν καὶ ἀφιερωτῶν τοῦ ἱεροῦ Ναοῦ τούτου, τῶν ὑπὲρ πίστεως καὶ Πατρίδος ἀγωνισαμένων καὶ πεσόντων καὶ πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου, κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ Βασιλείᾳ αὐτοῦ πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Καὶ συμπληροῖ τὸν χερουβικὸν ὕμνον. Ὁ δὲ ἱερεὺς ἀποθέτων τὰ Δῶρα ἐπὶ τοῦ ἁγίου ἀντιμηνσίου, ἐπιλέγει:

Ὁ εὐσχήμων Ἰωσὴφ ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου σῶμα, σινδόνι καθαρᾷ εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.[3]

Ὁ δὲ διάκονος:

Ἀγάθυνον, Δέσποτα.

Καὶ ὁ ἱερεὺς θυμιᾷ τὰ Ἅγια, λέγων ἐκ τρίτου τὸ τέλος τοῦ ν' Ψαλμοῦ:

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ἀποδοὺς δὲ τὸ θυμιατὸν καὶ κλίνας τὴν κεφαλήν, λέγει τῷ διακόνῳ:

Μνήσθητί μου, ἀδελφὲ καὶ συλλειτουργέ.

Ὁ διάκονος:

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Εἶτα ὁ διάκονος, ὑποκλίνας τὴν κεφαλήν, κρατῶν ἅμα καὶ τὸ Ὀράριον, λέγει:

Εὖξαι ὑπὲρ ἐμοῦ, δέσποτα ἅγιε.

Ὁ ἱερεύς:

Πνεῦμα Ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.[4]

Ὁ διάκονος:

Αὐτὸ τὸ Πνεῦμα συλλειτουργήσει ἡμῖν πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. Μνήσθητί μου, Δέσποτα ἅγιε.

Ὁ ἱερεύς:

Μνησθείη σου Κύριος ὁ Θεὸς ἐν τῇ βασιλείᾳ αὐτοῦ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ διάκονος:

Ἀμήν.

Καὶ ἀσπασάμενος τὴν χεῖρα τοῦ ἱερέως ἐξέρχεται ἐν τῷ συνήθει τόπῳ καὶ ἅμα τῇ λήξει τοῦ Χερουβικοῦ ὕμνου λέγει τὴν Ἐκτενῇ.

ΕΚΤΕΝΗΣ ΤΗΣ ΠΡΟΣΚΟΜΙΔΗΣ ΚΑΙ ΤΟ ΣΥΜΒΟΛΟ ΤΗΣ ΠΙΣΤΕΩΣ

Ὁ διάκονος:

Πληρώσωμεν τὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Ὑπὲρ τῶν προτεθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.[1]

Ὁ λαός:

Κύριε ἐλέησον.

Τούτων δὲ ὑπὸ τοῦ Διακόνου λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν ἑξῆς εὐχὴν τῆς Προθέσεως, μετὰ τὴν ἐν τῇ ἁγίᾳ Τραπέζῃ ἀπόθεσιν τῶν θείων Δώρων:

Κύριε, ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ μόνος Ἅγιος, ὁ δεχόμενος θυσίαν αἰνέσεως παρὰ τῶν ἐπικαλουμένων Σε ἐν ὅλῃ καρδίᾳ, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὴν δέησιν, καὶ προσάγαγε τῷ ἁγίῳ Σου θυσιαστηρίῳ. Καὶ ἱκάνωσον ἡμᾶς προσενεγκεῖν Σοι δῶρά τε καὶ θυσίας πνευματικὰς ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. Καὶ καταξίωσον ἡμᾶς εὑρεῖν χάριν ἐνώπιόν Σου, τοῦ γενέσθαι Σοι εὐπρόσδεκτον τὴν θυσίαν ἡμῶν, καὶ ἐπισκηνῶσαι τὸ Πνεῦμα τῆς χάριτός Σου τὸ ἀγαθὸν ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ προκείμενα δῶρα ταῦτα καὶ ἐπὶ πάντα τὸν λαόν Σου.

Ἐνῶ ὁ διάκονος ἐξακολουθεῖ λέγων:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς ὁ Θεὸς τῇ σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Της παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ λαός:

Σοὶ Κύριε.

Ὁ ἱερεὺς ἐκφώνως:

Διὰ τῶν οἰκτιρμῶν τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς:

Εἰρήνη πᾶσι.

Ὁ λαός:

Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος:

Ἀγαπήσωμεν ἀλλήλους, ἵνα ἐν ὁμονοίᾳ ὁμολογήσωμεν.

Ὁ λαός:

Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Τριάδα ὁμοούσιον καὶ ἀχώριστον.

Ὁ ἱερεὺς προσκυνήσας τρὶς ἀσπάζεται τὰ Ἅγια οὕτως, ὥς εἰσιν ἐπικεκαλυμμένα, λέγων μυστικῶς:

Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου, καὶ καταφυγή μου καὶ ῥύστης μου (τρίς).[2]

Ὁμοίως καὶ ὁ διάκονος συμπροσκυνεῖ. Ἐνταῦθα γίνεται κατὰ τὴν τάξιν ὁ ἀσπασμός. Ὁ πρῶτος τῶν ἱερέων:

Ὁ Χριστὸς ἐν τῷ μέσῳ ἡμῶν.

Καὶ ἐκεῖνοι:

Καὶ ἦν καὶ ἔστι καὶ ἔσται.

Ὁ διάκονος:

Τὰς θύρας, τὰς θύρας. Ἐν σοφίᾳ πρόσχωμεν.

Ὁ ἱερεύς, ἄρας τὸν Ἀέρα ἐπάνω τῶν τιμίων δώρων, κινεῖ αὐτὸν ἀνοικτόν, λέγων καθ' ἑαυτὸν τὸ Πιστεύω.

Ὁ λαός:

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.

Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο.

Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.

Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα.

Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρα κατὰ τὰς Γραφάς.

Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.

Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.

Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν.

Εἰς μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν.

Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.

Προσδοκῶ ἀνάστασιν νεκρῶν.

Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ὁ διάκονος:

Στῶμεν καλῶς· στῶμεν μετὰ φόβου· πρόσχωμεν τὴν ἁγίαν Ἀναφορὰν ἐν εἰρήνῃ προσφέρειν.

Ὁ λαός:

Ἔλεον εἰρήνης, θυσίαν αἰνέσεως.

Ὁ ἱερεύς, ῥιπίζων τὰ Ἅγια διὰ τοῦ Ἀέρος, ἐκφωνεῖ:

Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος εἴη μετὰ πάντων ὑμῶν.

Καὶ στραφεὶς πρὸς τὸν λαὸν εὐλογεῖ αὐτὸν διὰ τοῦ Ἀέρος.

Ὁ λαός:

Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ ἱερεύς, ὑψῶν ἀμφοτέρας τὰς χεῖρας, ἐκφωνεῖ:

Ἄνω σχῶμεν τὰς καρδίας.

Ὁ λαός:

Ἔχομεν πρὸς τὸν Κύριον.

Ὁ ἱερεύς:

Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Ὁ λαός:

Ἄξιον καὶ δίκαιον.

Ὁ ἱερεύς, ἀρχόμενος τῆς ἁγίας Ἀναφορᾶς, ἐπεύχεται μυστικῶς:

Ἄξιον καὶ δίκαιον σὲ ὑμνεῖν, σὲ εὐλογεῖν, σὲ αἰνεῖν, σοὶ εὐχαριστεῖν, σὲ προσκυνεῖν ἐν παντὶ τόπῳ τῆς δεσποτείας σου. Σὺ γὰρ εἶ Θεὸς ἀνέκφραστος, ἀπερινόητος, ἀόρατος, ἀκατάληπτος, ἀεὶ ὤν, ὡσαύτως ὤν, σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγες, καὶ παραπεσόντας ἀνέστησας πάλιν, καὶ οὐκ ἀπέστης πάντα ποιῶν, ἕως ἡμᾶς εἰς τὸν οὐρανὸν ἀνήγαγες καὶ τὴν βασιλείαν σου ἐχαρίσω τὴν μέλλουσαν. Ὑπὲρ τούτων ἁπάντων εὐχαριστοῦμέν σοι καὶ τῷ μονογενεῖ σου Ὑἱῷ καὶ τῷ Πνεύματί σου τῷ Ἁγίῳ, ὑπὲρ πάντων ὧν ἴσμεν καὶ ὧν οὐκ ἴσμεν, τῶν φανερῶν καὶ ἀφανῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Εὐχαριστοῦμέν σοι καὶ ὑπὲρ τῆς Λειτουργίας ταύτης, ἣν ἐκ τῶν χειρῶν ἡμῶν δέξασθαι κατηξίωσας καίτοι σοι παρεστήκασι χιλιάδες ἀρχαγγέλων καὶ μυριάδες ἀγγέλων, τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, ἑξαπτέρυγα, πολυόμματα, μετάρσια, πτερωτά.

(Ἐκφώνως:) Τὸν ἐπινίκιον ὕμνον ᾄδοντα, βοῶντα, κεκραγότα καὶ λέγοντα.

Ὁ λαός:

Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ὡσαννὰ ὁ ἐν τοῖς ὑψίστοις.[1]

Ὁ ἱερεὺς συνεχίζει ἐπευχόμενος μυστικῶς:

Μετὰ τούτων καὶ ἡμεῖς τῶν μακαρίων δυνάμεων, Δέσποτα φιλάνθρωπε, βοῶμεν καὶ λέγομεν: Ἅγιος εἶ καὶ πανάγιος Σὺ καὶ ὁ μονογενής σου Υἱὸς καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον. Ἅγιος εἶ καὶ πανάγιος καὶ μεγαλοπρεπὴς ἡ δόξα σου. Ὃς τὸν κόσμον σου οὕτως ἠγάπησας, ὥστε τὸν Υἱόν σου τὸν μονογενῆ δοῦναι, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον.[2] Ὃς ἐλθὼν καὶ πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν πληρώσας, τῇ νυκτὶ ᾗ παρεδίδοτο, μᾶλλον δὲ ἑαυτὸν παρεδίδου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς,[3] λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις αὐτοῦ καὶ ἀχράντοις καὶ ἀμωμήτοις χερσί, εὐχαριστήσας καὶ εὐλογήσας, ἁγιάσας, κλάσας, ἔδωκε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, εἰπὼν

(ἐκφώνως:) Λάβετε, φάγετε, τοῦτό μού ἐστι τὸ σῶμα, τὸ ὑπὲρ ἡμῶν κλώμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.[4]

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς (μυστικῶς):

Ὁμοίως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων

(ἐκφώνως:) Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου, τὸ τῆς Καινῆς Διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν.[5]

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεὺς ἐξακολουθεῖ ἐπευχόμενος μυστικῶς:

Μεμνημένοι τοίνυν τῆς σωτηρίου ταύτης ἐντολῆς καὶ πάντων τῶν ὑπὲρ ἡμῶν γεγενημένων, τοῦ Σταυροῦ, τοῦ Τάφου, τῆς τριημέρου Ἀναστάσεως, τῆς εἰς οὐρανοὺς Ἀναβάσεως, τῆς ἐκ δεξιῶν Καθέδρας, τῆς δευτέρας καὶ ἐνδόξου πάλιν Παρουσίας.

(ἐκφώνως:) Τὰ σὰ ἐκ τῶν σῶν σοὶ προσφέρομεν κατὰ πάντα καὶ διὰ πάντα.

Ὁ λαός:

Σὲ ὑμνοῦμεν, σὲ εὐλογοῦμεν, σοὶ εὐχαριστοῦμεν, Κύριε, καὶ δεόμεθά σου, ὁ Θεὸς ἡμῶν.

Ὁ ἱερεύς (μυστικῶς):

Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην καὶ ἀναίμακτον λατρείαν, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· κατάπεμψον τὸ Πνεῦμά σου τὸ Ἅγιον ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ προκείμενα Δῶρα ταῦτα.

Ἔπειτα ὁ ἱερεὺς καὶ ὁ διάκονος προσκυνοῦσι τρὶς ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, εὐχόμενοι καθ' ἑαυτοὺς καὶ λέγοντες:

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.

Ὁ διάκονος:

Εὐλόγησον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

Ὁ ἱερεύς (ἀνιστάμενος σφραγίζει τρὶς τὸν ἅγιον Ἄρτον καὶ λέγει μυστικῶς):

Καὶ ποίησον τὸν μὲν Ἄρτον τοῦτον, τίμιον Σῶμα τοῦ Χριστοῦ σου.

Ὁ διάκονος:

Ἀμήν. Εὐλόγησον, δέσποτα, τὸ ἅγιον Ποτήριον.

Ὁ ἱερεύς:

Τὸ δὲ ἐν τῷ Ποτηρίῳ τούτῳ, τίμιον αἷμα τοῦ Χριστοῦ σου.

Ὁ διάκονος:

Ἀμήν. Εὐλόγησον, δέσποτα, ἀμφότερα τὰ ἅγια.

Ὁ ἱερεύς:

Μεταβαλὼν τῷ Πνεύματί σου τῷ Ἁγίῳ.

Ὁ διάκονος:

Ἀμήν· Ἀμήν· Ἀμήν.

Καὶ λαβὼν τὸν δεδιπλωμένον Ἀέρα, ῥιπίζει δι' αὐτοῦ τὰ Ἅγια, ὡς καὶ πρότερον. Ὁ ἱερεὺς ἐξακολουθεῖ μυστικῶς ἐπευχόμενος:

Ὥστε γενέσθαι τοῖς μεταλαμβάνουσιν εἰς νῆψιν ψυχῆς, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς κοινωνίαν τοῦ Ἁγίου σου Πνεύματος, εἰς Βασιλείας οὐρανῶν πλήρωμα, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν, ὑπὲρ τῶν ἐν πίστει ἀναπαυσαμένων Προπατόρων, Πατέρων, Πατριαρχῶν, Προφητῶν, Ἀποστόλων, Κηρύκων, Εὐαγγελιστῶν, Μαρτύρων, Ὁμολογητῶν, Ἐγκρατευτῶν καὶ παντὸς πνεύματος δικαίου ἐν πίστει τετελειωμένου.

(ἐκφώνως:) Ἐξαιρέτως τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Ὁ λαός:

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.[6]

Τούτου ψαλλομένου, ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:

Τοῦ ἁγίου Ἰωάννου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τοῦ Ἁγίου (δεῖνος) οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων σου τῶν Ἁγίων, ὧν ταῖς ἱκεσίαις ἐπίσκεψαι ἡμᾶς ὁ Θεός. Καὶ μνήσθητι πάντων τῶν κεκοιμημένων ἐπ' ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου (καὶ μνημονεύει ὀνομαστὶ ὧν βούλεται) καὶ ἀνάπαυσον αὐτούς, ὁ Θεὸς ἡμῶν, ὅπου ἐπισκοπεῖ τὸ φῶς τοῦ προσώπου σου. Ἔτι παρακαλοῦμέν σε· Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας, παντὸς τοῦ πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος. Ἔτι προσφέρομέν σοι τὴν λογικὴν ταύτην λατρείαν ὑπὲρ τῆς οἰκουμένης· ὑπὲρ τῆς ἁγίας σου Καθολικῆς καὶ Ἀποστολικῆς Ἐκκλησίας· ὑπὲρ τῶν ἐν ἁγνείᾳ καὶ σεμνῇ πολιτείᾳ διαγόντων· ὑπὲρ τῶν πιστοτάτων καὶ φιλοχρίστων ἡμῶν βασιλέων, παντὸς τοῦ παλατίου καὶ τοῦ στρατοπέδου αὐτῶν. Δὸς αὐτοῖς, Κύριε, εἰρηνικὸν τὸ βασίλειον, ἵνα καὶ ἡμεῖς, ἐν τῇ γαλήνῃ αὐτῶν, ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν, ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι.[1]

Εἶθ' οὕτως ὑψῶν εὐλογεῖ τὸ Ἀντίδωρον, λέγων:

Μέγα τὸ ὄνομα τῆς Ἁγίας Τριάδος, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

(ἐκφώνως:) Ἐν πρώτοις μνήσθητι, Κύριε, τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), ὃν χάρισαι ταῖς ἁγίαις σου Ἐκκλησίαις ἐν εἰρήνῃ, σῷον, ἔντιμον, ὑγιᾶ, μακροημερεύοντα καὶ ὀρθοτομοῦντα τὸν λόγον τῆς σῆς ἀληθείας.[2]

Ὁ διάκονος:

Καὶ ὧν ἕκαστος κατὰ διάνοιαν ἔχει, καὶ πάντων καὶ πασῶν.

Ὁ λαός:

Καὶ πάντων καὶ πασῶν.

Ὁ ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς:

Μνήσθητι, Κύριε, τῆς πόλεως, ἐν ᾗ παροικοῦμεν, καὶ πάσης πόλεως καὶ χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς. Μνήσθητι, Κύριε, πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν ταῖς ἁγίαις σου Ἐκκλησίαις καὶ μεμνημένων τῶν πενήτων, καὶ ἐπὶ πάντας ἡμᾶς τὰ ἐλέη σου ἐξαπόστειλον.

(ἐκφώνως:) Καὶ δὸς ἡμῖν, ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ, δοξάζειν καὶ ἀνυμνεῖν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεὺς εὐλογῶν τὸν λαόν:

Καὶ ἔσται τὰ ἐλέη τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ἡμῶν.[3]

Ὁ λαός:

Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ διάκονος:

Πάντων τῶν ἁγίων μνημονεύσαντες, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὑπὲρ τῶν προσκομισθέντων καὶ ἁγιασθέντων τιμίων Δώρων, τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

Τούτων λεγομένων, ὁ ἱερεὺς ἐπεύχεται μυστικῶς:

Σοὶ παρακατιθέμεθα τὴν ζωὴν ἡμῶν ἅπασαν καὶ τὴν ἐλπίδα, Δέσποτα φιλάνθρωπε, καὶ παρακαλοῦμέν σε καὶ δεόμεθα καὶ ἱκετεύομεν· καταξίωσον ἡμᾶς μεταλαβεῖν τῶν ἐπουρανίων σου καὶ φρικτῶν μυστηρίων ταύτης τῆς ἱερᾶς καὶ πνευματικῆς Τραπέζης, μετὰ καθαροῦ συνειδότος, εἰς ἄφεσιν ἁμαρτιῶν, εἰς συγχώρησιν πλημμελημάτων, εἰς Πνεύματος Ἁγίου κοινωνίαν, εἰς βασιλείας οὐρανῶν κληρονομίαν, εἰς παρρησίαν τὴν πρὸς σέ, μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.

Ὁ διάκονος (ἐξακολουθῶν):

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ, αἰτησώμεθα.

Ὁ λαός:

Παράσχου Κύριε.

Ὁ διάκονος:

Τὴν ἑνότητα τῆς πίστεως, καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ λαός:

Σοί, Κύριε.

Ὁ ἱερεὺς ἐκφώνως:

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαι Σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν:

Ὁ λαός:

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς· ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ ἱερεύς:

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς:

Εἰρήνη πᾶσι.

Ὁ λαός:

Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος:

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ λαός:

Σοὶ Κύριε.

Ὁ ἱερεύς:

Εὐχαριστοῦμέν σοι, Βασιλεῦ ἀόρατε, ὁ τῆ ἀμετρήτῳ σου δυνάμει τὰ πάντα δημιουργήσας καὶ τῷ πλήθει τοῦ ἐλέους σου ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παραγαγών. Αὐτός, Δέσποτα, οὐρανόθεν ἔπιδε ἐπὶ τοὺς ὑποκεκλικότας σοι τὰς ἑαυτῶν κεφαλάς· οὐ γὰρ ἔκλιναν σαρκὶ καὶ αἵματι, ἀλλὰ σοὶ τῶ φοβερῷ Θεῷ. Σὺ οὖν, Δέσποτα, τὰ προκείμενα πᾶσιν ἡμῖν εἰς ἀγαθὸν ἐξομάλισον, κατὰ τὴν ἑκάστου ἰδίαν χρείαν· τοῖς πλέουσι σύμπλευσον· τοῖς ὁδοιποροῦσι συνόδευσον· τοὺς νοσοῦντας ἴασαι, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

(ἐκφώνως:) Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς μυστικῶς:

Πρόσχες Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου, καὶ τοῦ τιμίου Αἵματος, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.

Ὁ ἱερεὺς καὶ ὁ διάκονος προσκυνοῦσιν λέγοντες μυστικῶς:

Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με (τρίς). Εἶτα ὁ διάκονος ἐκφωνεῖ:

Πρόσχωμεν.

Καὶ ὁ ἱερεύς, ὑψῶν τὸν ἅγιον Ἄρτον, ἐκφωνεῖ:

Τὰ Ἅγια τοῖς ἁγίοις.

Ὁ λαός:

Εἷς Ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός.[1] Ἀμήν.

Εἶτα ψάλλει τὸ κοινωνικὸν τῆς ἡμέρας (εἰς τὸν ἦχον, εἰς ὃν ἐψάλη καὶ τὸ Χερουβικόν). Τῇ μὲν Κυριακῇ τό: Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. Εἰ δὲ τύχοι Δεσποτικὴ ἢ Θεομητορικὴ ἑορτὴ ἢ ἀπόδοσις αὐτῆς, ψάλλεται τὸ κοινωνικὸν τῆς ἑορτῆς.[2]

Ὁ διάκονος πρὸς τὸν ἱερέα:

Μέλισον, δέσποτα, τὸν ἅγιον Ἄρτον.

Ὁ ἱερεύς, μελίζων αὐτὸν εἰς μερίδας τέσσαρας μετὰ προσοχῆς καὶ εὐλαβείας, λέγει:

Μελίζεται καὶ διαμερίζεται ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος· ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.

Καὶ τίθησιν αὐτὰς σταυροειδῶς ἐν τῷ ἁγίῳ δίσκῳ οὕτως:

ΙΣ

ΝΙ

ΧΣ

Καὶ λαβὼν τὴν ἄνω κειμένην μερίδα, τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ, ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου Ποτηρίου, λέγοντος τοῦ Διακόνου:

Πλήρωσον, δέσποτα, τὸ ἅγιον Ποτήριον.

Καὶ ῥίπτει τὴν μερίδα ἐντὸς τοῦ ἁγίου Ποτηρίου λέγων:

Πλήρωμα Ποτηρίου πίστεως, Πνεύματος Ἁγίου.

Ὁ διάκονος:

Ἀμήν.

Καὶ λαβὼν τὸ Ζέον, λέγει πρὸς τὸν ἱερέα:

Εὐλόγησον, δέσποτα, τὸ ζέον.

Ὁ ἱερεύς:

Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ διάκονος ἐγχέει ἐκ τοῦ Ζέοντος τὸ ἀρκοῦν σταυροειδῶς ἐν τῷ ἁγίῳ Ποτηρίῳ, λέγοντος τοῦ ἱερέως:

Ζέσις πίστεως, Πνεύματος ἁγίου.

Ὁ διάκονος:

Ἀμήν.

Ὁ ἱερεύς:

Πρὸ τῶν θυρῶν τοῦ Ναοῦ σου παρέστηκα, καὶ τῶν δεινῶν λογισμῶν οὐκ ἀφίσταμαι, ἀλλὰ σύ, Χριστὲ ὁ Θεός, ὁ Τελώνην δικαιώσας καὶ Χαναναίαν ἐλεήσας, καὶ τῷ Ληστῇ Παραδείσου πύλας ἀνοίξας, ἄνοιξόν μοι τὰ σπλάγχνα τῆς φιλανθρωπίας σου, καὶ δέξαι με προσερχόμενον καὶ ἁπτόμενόν σου, ὡς τὴν πόρνην, καὶ τὴν αἱμόῤῥουν· ἡ μὲν γάρ, τοῦ κρασπέδου σου ἁψαμένη, εὐχερῶς τὴν ἴασιν ἔλαβεν· ἡ δέ, τοὺς σοὺς ἀχράντους πόδας κρατήσασα, τὴν λύσιν τῶν ἁμαρτημάτων ἐκομίσατο. Ἐγὼ δὲ ὁ ἐλεεινός, ὅλον σου τὸ Σῶμα τολμῶν δέξασθαι, μὴ καταφλεχθείην· ἀλλὰ δέξαι με, ὥσπερ ἐκείνας, καὶ φώτισόν μου τὰ τῆς ψυχῆς αἰσθητήρια, καταφλέγων μου τὰ τῆς ἁμαρτίας ἐγκλήματα, πρεσβείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ τῶν ἐπουρανίων Δυνάμεων· Ὅτι εὐλογητὸς εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ, ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἕργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ· καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν.

Πλαστουργὲ μὴ φλέξῃς με τῇ μετουσίᾳ.

Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.

Ἀλλ' οὖν κάθαρον ἐκ πάσης με κηλίδος.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων·

Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων·

Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει·

Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Ἔθελξας πόθῳ με Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι· ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλῳ τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, Ἀγαθέ, παρουσίας σου.

Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; Ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν Νυμφῶνα, ὁ χιτών με ἐλέγχει ὅτι οὔκ ἐστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων. Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ' εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος, καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον Υἱὲ Θεοῦ κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω· οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλ' ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ σου.

Ἱερεὺς καὶ διάκονος ἀνιστάμενοι ὑψοῦσι τὰς χεῖράς των ἔμπροσθεν τῆς ἁγίας Τραπέζης, ἐπευχόμενοι μυστικῶς:

Εὐλογεῖτέ με θεῖοι Ἄγγελοι, Ἀρχάγγελοι, Ἀρχαί, Κυριότητες καὶ Ἐξουσίαι, τὰ πολυόμματα Χερουβεὶμ καὶ τὰ ἑξαπτέρυγα Σεραφείμ, τὸν ἀνάξιον (δεῖνα) ἱερέα (ἢ ἱερομόναχον).

Καὶ προσερχόμενος ὁ ἱερεὺς ἵνα κοινωνήσῃ, λέγει τῷ διακόνῳ, ἢ τῷ συλλειτουργῷ του ἢ τοῖς τυχὸν παρισταμένοις ἄλλοις Κληρικοῖς ὑποκλινόμενος:

Ἀδελφὲ καὶ συλλειτουργέ, συγχώρησόν μοι τῷ ἁμαρτωλῷ.

Ὁ διάκονος:

Τῆς ἱερωσύνης σου μνησθείη Κύριος ὁ Θεός, ἐν τῇ βασιλείᾳ αὐτοῦ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ ἱερεύς:

Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με (τρίς).

Καὶ πλησιάσας εἰς τὰ Ἅγια, μετὰ φόβου καὶ τρόμου, λαμβάνει ἓν μέρος ἐκ τοῦ ἁγίου Ἄρτου καὶ λέγει:

Ἰδοὺ προσέρχομαι τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τοῦ ἁγίου Σώματος λέγων· Ἀμήν.

Εἶτα προσκαλεῖ τὸν διάκονον λέγων:

Διάκονε πρόσελθε.

Ὁ διάκονος:

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι. Δέσποτα (τῷ δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὁ ἱερεὺς δίδωσι τῷ διακόνῳ τὴν μερίδα τοῦ ἁγίου Ἄρτου λέγων:

Μεταδίδοταί σοι (τῷ δεῖνι) τῷ εὐλαβεστάτῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον Σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν σου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Ὁ δὲ διάκονος λαμβάνει τὸν ἅγιον Ἄρτον καὶ ἀπέρχεται ὄπισθεν τῆς ἁγίας Τραπέζης καὶ μεταλαμβάνει.

Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἅγιον Ποτήριον καὶ λέγει:

Ἔτι μεταδίδοταί μοι (τῷ δεῖνι) τῷ ἀναξίῳ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν Αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεγαλαμβάνει τρίτον ἐξ αὐτοῦ. Καὶ ἀσπασάμενος τὸ ἅγιον Ποτήριον καὶ ὑψῶν αὐτὸ λέγει:

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τὰς ἀνομίας μου καὶ τὰς ἁμαρτίας μου περικαθαριεῖ.

Καλεὶ δὲ τὸν διάκονον λέγων:

Διάκονε, ἔτι πρόσελθε.

Ὁ διάκονος:

Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μετάδος μοι Δέσποτα, (τῷ δεῖνι) τῷ ἀναξίῳ διακόνῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Εἶτα ἀσπάζεται τὸ ἅγιον Ποτήριον. Καὶ ὑψῶν αὐτὸ ὁ ἱερεὺς λέγει:

Τοῦτο ἥψατο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

Μετὰ δὲ τὸ μεταλαβεῖν ὁ διάκονος συστέλλει τὰ Ἅγια, λέγων:

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου Χριστὲ προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σύ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ· διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ, ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου Σιών, σὺ δὲ Ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Ὢ θείας, ὢ φίλης, ὢ γλυκυτάτης σου φωνῆς· μεθ' ἡμῶν ἀψευδῶς γὰρ ἐπηγγείλω ἔσεσθαι, μέχρι τερμάτων αἰῶνος Χριστέ· ἣ οἱ πιστοὶ ἄγκυραν ἐλπίδος κατέχοντες ἀγαλλόμεθα.

Ὢ Πάσχα τὸ μέγα καὶ ἱερώτατον Χριστέ· ὢ σοφία καὶ Λόγε τοῦ Θεοῦ καὶ δύναμις· δίδου ἡμῖν ἐκτυπώτερον σοῦ μετασχεῖν, ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς βασιλείας σου.[3]

Καὶ ἀποσπογγίζει καλῶς τὸ ἅγιον Δισκάριον ἔνδον τοῦ ἁγίου Ποτηρίου, λέγων:

Ἀπόπλυνον, Κύριε, τὰ ἁμαρτήματα τῶν ἐνθάδε μνημονευθέντων δούλων σου τῷ Αἵματί σου τῷ ἁγίῳ· πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.

Καὶ μετὰ τὸ ἀποσπογγίσαι τὸν ἅγιον Δίσκον καλῶς τινάζει καὶ τὸ κάλυμμα ἔνδον τοῦ ἁγίου Ποτηρίου, σκεπάζων αὐτὸ διὰ τοῦ καλύμματος. Πληρωθέντος τοῦ Κοινωνικοῦ, κρούει διὰ τοῦ συνεπτυγμένου Ἀστερίσκου τὸν ἅγιον Δίσκον σταυροειδῶς, καὶ τίθησι τὸν Ἀστέρα καὶ τὸ Κάλυμμα καὶ τὸν Ἀέρα ἐπὶ τοῦ ἁγίου Δίσκου. Μετὰ δὲ τὸ Ἀλληλούϊα τοῦ Κοινωνικοῦ, ὁ διάκονος ἀνοίγων τὰ βημόθυρα καὶ προσκυνήσας ἅπαξ, λαμβάνει μετ' εὐλαβείας παρὰ τοῦ ἱερέως τὸ ἅγιον Ποτήριον κεκαλυμμένον, καὶ ἐξελθὼν εἰς τὴν ὡραίαν Πύλην καὶ ὑψῶν αὐτό, ἐκφωνεῖ:

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

Ὁ λαός:

Ἀμήν, ἀμήν, ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ὁ ἱερεὺς μεταδιδοὺς τοῖς πιστοῖς ἐπὶ ἑκάστῳ λέγει:

Ὁ δοῦλος τοῦ Θεοῦ (δεῖνα) μεταλαμβάνει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

Ἐν δὲ τῷ κοινωνεῖν τοὺς πιστοὺς ὁ χορὸς ψάλλει:

Τοῦ δείπνου σου τοῦ μυστικοῦ...

Μετὰ τὸ κοινωνῆσαι ὁ ἱερεύς:

Σῶσον ὁ Θεὸς τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.[4]

Ὁ λαός:

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες, αὕτη γὰρ ἡμᾶς ἔσωσεν.[5]

Εἶτα ὁ διάκονος ἀποθέτει τὸ ἅγιον Ποτήριον ἐπὶ τῆς ἁγίας Τραπέζης καὶ λέγει πρὸς τὸν ἱερέα:

Ὕψωσον Δέσποτα.

Οὖτος δὲ θυμιᾷ τρὶς καὶ λέγει ἠρέμα:

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα Σου (τρίς).[6]

Καὶ ὁ μὲν Διάκονος, λαβὼν παρὰ τοῦ ἱερέως τὸν ἅγιον Δίσκον σὺν τοῖς λοιποῖς, ἀπέρχεται εἰς τὴν ἁγίαν Πρόθεσιν καὶ ἀποθέτει αὐτά. Ὁ δὲ ἱερεύς, προσκυνήσας καὶ λαβὼν τὸ ἅγιον Ποτήριον ἐπικεκαλυμμένον, λέγει μυστικῶς πρὸ τῆς ἁγίας Τραπέζης:

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν,

(ἐκφώνως δὲ στρεφόμενος πρὸς τὸν λαόν:)

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν, ἀμήν, ἀμήν. Εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ τὸ τροπάριον:

Πληρωθήτω τὸ στόμα ἡμῶν αἰνέσεως Κύριε, ὅπως ἀνυμνήσωμεν τὴν δόξαν σου, ὅτι ἠξίωσας ἡμᾶς τῶν ἁγίων σου μετασχεῖν μυστηρίων· τήρησον ἡμᾶς ἐν τῷ σῷ ἁγιασμῷ, ὅλην τὴν ἡμέραν μελετῶντας τὴν δικαιοσύνην σου. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.[7]

Ὁ διάκονος:

Ὀρθοί. Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ διάκονος:

Τὴν ἡμέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους, καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ λαός:

Σοί Κύριε.

Ὁ ἱερεὺς ἀναγινώσκει τὴν εὐχαριστήριον εὐχήν:

Εὐχαριστοῦμέν σοι, Δέσποτα, φιλάνθρωπε, εὐεργέτα τῶν ψυχῶν ἡμῶν, ὅτι καὶ τῇ παρούσῃ ἡμέρᾳ κατηξίωσας ἡμᾶς τῶν ἐπουρανίων σου καὶ ἀθανάτων Μυστηρίων. Ὀρθοτόμησον ἡμῶν τὴν ὁδόν, στήριξον ἡμᾶς ἐν τῷ φόβῳ σου τοὺς πάντας, φρούρησον ἡμῶν τὴν ζωήν, ἀσφάλισαι ἡμῶν τὰ διαβήματα· εὐχαῖς καὶ ἱκεσίαις τῆς ἐνδόξου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντω τῶν Ἁγίων σου. Ἀμήν.

(Ἐκφώνως:) Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς:

Ἐν εἰρήνῃ προέλθωμεν.

Ὁ λαός:

Ἐν ὀνόματι Κυρίου.

Ὁ διάκονος:

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον (τρίς). Εὐλόγησον.

Ὁ ἱερεύς, ἔμπροσθεν τῆς εἰκόνος τοῦ Χριστοῦ, ἀναγινώσκει τὴν ὀπισθάμβωνον εὐχήν:

Ὁ εὐλογῶν τοὺς εὐλογοῦντάς Σε, Κύριε, καὶ ἁγιάζων τοὺς ἐπὶ Σοὶ πεποιθότας, σῶσον τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου. Τὸ πλήρωμα τῆς Ἐκκλησίας Σου φύλαξον, ἁγίασον τοὺς ἀγαπῶντας τὴν εὐπρέπειαν τοῦ οἴκου Σου. Σὺ αὐτοὺς ἀντιδόξασον τῇ θεϊκῇ Σου δυνάμει, καὶ μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἐλπίζοντας ἐπὶ Σέ. Εἰρήνην τῷ κόσμῳ Σου δώρησαι, ταῖς Ἐκκλησίαις Σου, τοῖς Ἱερεῦσι, τοῖς Βασιλεῦσιν ἡμῶν, τῷ στρατῷ καὶ παντὶ τῷ λαῷ Σου. Ὅτι πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον, ἐκ Σοῦ τοῦ Πατρὸς τῶν φώτων. Καὶ Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.[1]

Ὁ λαός:

Ἀμήν.

Καὶ ψάλλει ἐκ τρίτου:

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ὁ δὲ ἱερεὺς μεταβαίνων εἰς τὴν ἁγίαν Πρόθεσιν λέγει τὴν εὐχήν:

Τὸ πλήρωμα τοῦ νόμου καὶ τῶν Προφητῶν αὐτὸς ὑπάρχων, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πληρώσας πᾶσαν τὴν πατρικὴν οἰκονομίαν, πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ὁ διάκονος:

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ λαός:

Κύριε ἐλέησον.

Ὁ ἱερεύς:

Εὐλογία Κυρίου καὶ ἔλεος αὐτοῦ ἔλθοι ἐφ' ὑμᾶς, τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ λαός:

Ἀμήν.

Ὁ ἱερεύς:

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Ὁ ἀναγνώστης:

Δόξα Πατρί. Καὶ νῦν. Κύριε ἐλέησον (γ). Δέσποτα ἅγιε, εὐλόγησον.

Καὶ ὁ ἱερεὺς ποιεῖ ἀπόλυσιν· καὶ εἴ ἐστι Κυριακή, λέγει:

Ὁ ἀναστὰς ἐκ νεκρῶν (εἰ δὲ μή, ἁπλῶς:) Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ ἁγίου (τῆς ἡμέρας), οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.[2]

Δι' εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ λαός:

Ἀμήν. Τὸν εὐλογοῦντα καὶ ἁγιάζοντα ἡμᾶς, Κύριε, φύλαττε εἰς πολλὰ ἔτη.

Ὁ ἱερεὺς εὐλογῶν τὸν λαὸν λέγει:

Φυλάξαι Κύριος ὁ Θεὸς πάντας ὑμᾶς τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπίᾳ, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα διανέμει τὸ ἀντίδωρον λέγων:

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐπὶ σέ.

Εἰς δὲ τὸν τελευταίως λαβόντα ἐπιλέγει:

Τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν τούτοις ὁ μὲν διάκονος ἀπελθὼν εἰς τὴν Πρόθεσιν συστέλλει τὰ Ἅγια μετὰ φόβου καὶ πάσης ἀσφαλείας, ὥστε μηδέν τι τῶν ἄγαν λεπτοτάτων ἐκπεσεῖν ἢ καταλειφθῆναι, καὶ ἀπονίπτεται τὰς χεῖρας ἐν τῷ χωνευτηρίῳ, λέγων καθ' ἑαυτὸν τὸν λγ΄ Ψαλμόν· ὁ δὲ Ἱερεὺς μετὰ τὴν διανομὴν τοῦ ἁγίου Ἀντιδώρου εἰσελθὼν εἰς τὸ ἅγιον Βῆμα ἀναγινώσκει τὴν Εὐχαριστίαν μετὰ τὴν θείαν Μετάληψιν, καὶ τέλος, ἐκδυθεὶς τὴν ἱερατικὴν στολὴν καὶ ἀσπασάμενος τὴν ἁγίαν Τράπεζαν, ἀπέρχεται τοῦ ἱεροῦ Ναοῦ.